Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.18 Dem. 23.21 (English) >>Dem. 23.23

23.19 τι δὴ βούλεσθε, ὁρᾶτε, ἵνα τοῦτο λέγω πρῶτον ὑμῖν. περὶ τοῦ παρανόμου βούλεσθε πρῶτον; τοῦτο τοίνυν ἐροῦμεν. δὴ δέομαι καὶ ἀξιῶ παρὰ πάντων ὑμῶν τυχεῖν, δίκαια, ὥς γʼ ἐμαυτὸν πείθω· μηδεὶς ὑμῶν, ἄνδρες Ἀθηναῖοι, τῷ διεψεῦσθαι τοῦ Χαριδήμου καὶ νομίζειν εὐεργέτην εἶναι φιλονικῶν δυσχερέστερον τοὺς περὶ τῶν νόμων λόγους ἀκούσῃ μου, μηδʼ ἀποστερήσῃ διὰ τοῦτο μήθʼ ἑαυτὸν τοῦ θέσθαι τὴν ψῆφον εὔορκον μήτʼ ἐμὲ τοῦ διδάξαι περὶ πάντων ὑμᾶς ὡς βούλομαι. ἀλλὰ ποιησάσθω τὴν ἀκρόασιν ὡδί· καὶ σκοπεῖσθʼ ὡς δίκαιʼ ἐρῶ· 23.20ὅταν μὲν λέγω περὶ τῶν νόμων, ἀφελὼν ὅτῳ τὸ ψήφισμʼ εἴρηται καὶ ποίῳ τινί, σκοπείσθω πότερον παρὰ τοὺς νόμους κατʼ αὐτοὺς εἴρηται, καὶ μηδὲν ἄλλο· ὅταν δʼ ἐλέγχω τὰ πεπραγμένα καὶ διεξίω τὸν τρόπον ὃν πεφενάκισθʼ ὑπʼ αὐτοῦ, τὰς πράξεις σκοπείσθω, πότερον γεγονυίας ψευδεῖς ἐρῶ· 23.21ὅταν δʼ ἐξετάζω περὶ τοῦ συμφέρειν μὴ τῇ πόλει ταῦτα ψηφίσασθαι, πάντα τἄλλʼ ἀφεὶς τοὺς λογισμοὺς ὁράτω τοὺς περὶ τούτων, πότερʼ ὀρθῶς ἔχοντας ποιοῦμαι οὔ. ἐὰν γὰρ τοῦτον ἔχοντες τὸν τρόπον ἀκροάσησθέ μου, αὐτοί τʼ ἄρισθʼ προσήκει συνήσετε, χωρὶς ἕκαστα σκοποῦντες καὶ οὐχ ἅμα πάνθʼ ἁθρόʼ ἐξετάζοντες, κἀγὼ ῥᾷσθʼ βούλομαι δυνήσομαι διδάξαι. ἔσονται δὲ βραχεῖς περὶ πάντων οἱ λόγοι·



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.18 Dem. 23.21 (English) >>Dem. 23.23

Powered by PhiloLogic